export for printing: portrait (PDF)
landscape (PDF)
| [show only standard export formats]
additional export formats: plain text LaTeX LaTeX landscape DVI DVI landscape Postscript Postscript landscape | [add to book] [clear book] |
author [first name] | title | language | publication | id code | last modification | view |
---|---|---|---|---|---|---|
Kofman , Abram | Iliado | Esperanto | Arg-2293-1136 | 2015-04-26 22:23 Manfred | only this add | |
Ὅμηρος | * Ἰλιάδος Αʹ | greka | Arg-2292-1136 | 2015-04-26 22:24 Manfred | only this remove |
Ὅμηρος, |
Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος |
οὐλομένην, ἣ μυρί᾿ Ἀχαιοῖς ἄλγε᾿ ἔθηκε, |
πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν |
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν |
οἰωνοῖσί τε πᾶσι· Διὸς δ᾿ ἐτελείετο βουλή, |
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε |
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. |
ίς τ᾿ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; |
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς |
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, |
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα |
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
λυσόμενός τε θύγατρα φέρων τ᾿ ἀπερείσι᾿ ἄποινα, |
στέμματ᾿ ἔχων ἐν χερσὶν ἑκηϐόλου Ἀπόλλωνος |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, |
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· |
"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, |
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾿ ἔχοντες |
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ᾿ οἴκαδ᾿ ἱκέσθαι· |
παῖδα δ᾿ ἐμοὶ λύσαιτε φίλην, τὰ δ᾿ ἄποινα δέχεσθαι, |
ἁζόμενοι Διὸς υἱὸν ἑκηϐόλον Ἀπόλλωνα." |
Ἔνθ᾿ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ |
αἰδεῖσθαί θ᾿ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· |
ἀλλ᾿ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ᾿ ἐπὶ μῦθον ἔτελλε· |
"Μή σε, γέρον, κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω |
ἢ νῦν δηθύνοντ᾿ ἢ ὕστερον αὖτις ἰόντα, |
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· |
τὴν δ᾿ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν |
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, [30 |
Author of this greka poem is Ὅμηρος. Tiu ĉi eposo estas rete legebla en http://www.ae-lib.org.ua/texts-c/homer__iliad__gr.htm#01. |